TLG 1499 002 :: MENECLES :: Fragmenta

MENECLES Hist.
(Barcaeus: 2 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 449–451.

frr. 1–9

Citation: Fragment — (line)

t1a-1b

ΛΙΒΥΚΑ.

1a

Schol. Pindari Pyth. IV, 10: Περὶ τῆς τοῦ Βάτ‐ του εἰς τὸ μαντεῖον ἀφίξεως οὐχ ὁμολογοῦσιν ἀλλήλοις οἱ συγγραφεῖς. Οἱ μὲν γὰρ ἕνεκεν τῆς φωνῆς φασιν αὐτὸν ἐλθεῖν, καὶ τὸν χρησμὸν ἄνω καὶ κάτω θρυλλοῦσι
5τὸν (Herodot. IV, 155), Βάττ’ ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα. Οἱ δὲ στάσεως περιπεσούσης πολιτικῆς. Ὁ Μενεκλῆς γοῦν πιθανωτέραν δοκεῖν φησι τὴν στάσεως αἰτίαν,
10μυθικωτέραν δὲ τὴν ἐπὶ τῆς φωνῆς. Φησὶ δὲ, ὅτι οἱ πολῖται ἐν τῇ Θήρᾳ ἐστασίασαν καὶ διέστησαν ἀλλή‐ λων, ἡγεῖτο δὲ τῆς ἑτέρας τῶν στάσεων ὁ Βάττος· δια‐ γωνισαμένων δὲ τῶν στάσεων τοὺς τοῦ Βάττου συνέβη ἐκπεσεῖν τῆς πόλεως καὶ φυγεῖν τὴν χώραν, ἀπογινώ‐
15σκοντας δὲ τὴν εἰς πατρίδα κάθοδον περὶ ἀποικίας βου‐ λεύεσθαι. Ἀποδημήσας δὲ εἰς Δελφοὺς Βάττος ἠρώτα περὶ τῆς στάσεως, πότερον διαγωνίσονται περὶ τῆς εἰς τὴν πατρίδα ἐπαναστροφῆς ἢ ἑτέρωσέ ποι ἀποικίαν στείλωνται· τὸν δὲ θεὸν χρῆσαι·
20Βάττε, τὸ πρόσθε κακὸν, τὸ δὲ δεύτερον ἐσθλὸν ἐρευνᾷς. Ἔρχεο, λεῖφ’ ἁλίαν χώραν· ἤπειρος ἀμείνων· Ἠῷος πρότερον δόλον ἔκβαλε, πείθεϊ πείθων. Στερρὴν γῆν ὁσίως, ἣν μίσει πολλὴν ἀθεμίστως. οἷά τ’ ἀνὴρ ἕρξει, τοῖον τέλος αὐτὸν ἱκάνει.

1b

Anonym. De mulier. bello claris c. 10: Φερετίμη, γυνὴ Βάττου. Αὕτη τελευτήσαντος αὐτῆς τοῦ παιδὸς δόλῳ αὐτὴ τὴν ἀρχὴν τῆς Κυρήνης κατέσχε, καὶ τὸν υἱδοῦν
5βασιλέα καταστήσασα τοὺς ἀντιταξαμένους τῷ υἱῷ αὐτῆς Ἀρκεσίλᾳ κατὰ θάλατταν εἰς αἴγυπτον ἀπέστει‐ λεν. Ἐπιπαραγενομένη δὲ αὐτὴ πάντας ἀνεῖλε, συμπεί‐ σασα τὸν ἔχοντα τὴν Αἰγύπτου ἀρχὴν τότε Ἀρυάνδην. Λαβοῦσα δὲ δύναμιν παρὰ τοῦ βασιλέως τοὺς Κυρη‐
10ναίους πικρῶς ἐχειρώσατο, καὶ ἀναχωρήσασα εἰς Αἴγυ‐ πτον ἐτελεύτησε, καθὼς ἱστορεῖ Μενεκλῆς ὁ τὰς Λιβυ‐ κὰς ἱστορίας γράψας.

t3a-6

ΠΕΡΙ ΑΘΗΝΩΝ.

3a

Schol. Arist. Avv. 395: Οἱ ἐν πολέμῳ ἀναιρού‐ μενοι ἐν τῷ Κεραμεικῷ ἐθάπτοντο, ὡς Μενεκλῆς καὶ Καλλικράτης ἐν τοῖς Περὶ Ἀθηνῶν συγγράμμασί φασιν οὕτω· «Καλεῖται δὲ καὶ ὁ τόπος οὗτος ἅπας Κεραμει‐
5κός. Ἔστι γὰρ ὁ αὐτὸς δῆμος. Βαδίζουσι δὲ ἔνθεν καὶ ἔνθεν εἰσὶ στῆλαι ἐπὶ τοῖς δημοσίᾳ τεθαμμένοις. [Εἰσὶ δὲ οὗτοι οἱ ὑπὸ τοῦ δήμου πεμφθέντες (ταφθέντες?), οἳ ἐν αὐτῇ τῇ χώρᾳ ὑπὲρ τῆς πόλεως τετελευτήκασιν.] Ἔχουσι δὲ αἱ στῆλαι ἐπιγραφὰς ποῦ ἕκαστος ἀπέθανεν.»

3b

Suidas: Κεραμεικὸς, τόπος Ἀθήνησιν, ἔνθα οἱ ἐν πολέμῳ ἀναιρούμενοι ἐθάπτοντο, ὡς Μενεκλῆς καὶ
Καλλικράτης ἐν τοῖς Περὶ Ἀθηναίων συγ‐ γράμμασί φασιν οὕτως· «Ἔστι δὲ καὶ δῆμος Κεραμει‐449
5κός· εἰσὶ δὲ ἔνθεν καὶ ἔνθεν στῆλαι ἐπὶ τοῖς δημοσίᾳ τε‐ θαμμένοις, ἔχουσαι ἐπιγραφὰς, ποῦ ἕκαστος ἀπέθανεν.»

3c

Harpocratio: Κεραμεικός ... ὅτι βʹ εἰσὶ Κεραμει‐ κοὶ, ὡς καὶ ὁ ῥήτωρ (Ἀντιφῶν) φησὶν, ὁ μὲν ἔνδον τῆς πόλεως, ὁ δὲ ἕτερος ἔξω, ἔνθα καὶ τοὺς ἐν πολέμῳ τελευ‐ τήσαντας ἔθαπτον δημοσίᾳ καὶ τοὺς ἐπιταφίους ἔλεγον,
5δηλοῖ Καλλικράτης ἢ Μενεκλῆς ἐν τῷ Περὶ Ἀθηνῶν.

4

Schol. Arist. Pac. 145: ... Καλλικράτης φησὶν ἢ Μενεκλῆς ἐν τῷ Περὶ Ἀθηνῶν γράφων οὕτως· «Ἔχει δὲ ὁ Πειραιεὺς λιμένας τρεῖς, πάντας κλειστούς. Εἷς μέν ἐστι ὁ Κανθάρου λιμὴν καλούμενος, ἐν ᾧ τὰ νεώ‐
5ρια ἑξήκοντα, εἶτα Ἀφροδίσιον, εἶτα * κύκλῳ τοῦ λι‐ μένος στοαὶ πέντε.»

5

Harpocratio: Ἑρμαῖ. Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ Περὶ Ἀθηνῶν γράφει τουτί· «Ἀπὸ γὰρ τῆς Ποι‐ κίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ κα‐ λούμενοι· διὰ γὰρ τὸ πολλοὺς κεῖσθαι καὶ ὑπὸ ἰδιωτῶν
5καὶ ἀρχόντων ταύτην τὴν προσηγορίαν εἰληφέναι συμ‐ βέβηκεν. Ἐφ’ ἑνὸς δὲ αὐτῶν ἐπιγέγραπται γράμμασιν ἀρχαίοις· Ἀντ’ εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιοί.»

6

Harpocratio: Ἑκατόμπεδον ... Ὁ Παρθενὼν ὑπό τινων Ἑκατόμπεδος ἐκαλεῖτο διὰ κάλλος καὶ εὐρυθμίαν, οὐ διὰ μέγεθος, ὡς Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ Περὶ Ἀθηνῶν.

t7

ΣΥΝΑΓΩΓΗ. E LIBRO PRIMO.

7

Athenaeus IX: Μενεκλῆς δ’ ἐν τῇ πρώτῃ τῆς Συναγωγῆς «Οἱ Πυγμαῖοι (φησὶ) τοῖς πέρδιξι καὶ τοῖς γεράνοις πολεμοῦσι.»

7a

(t)

ΓΛΩΣΣΟΚΟΜΟΝ.
1 Suidas: Διακόνιον. Οἱ μὲν τὴν τοῦ πλακοῦντος κρηπῖδα. Μενεκλῆς δὲ ἐν τῷ Γλωσσοκόμῳ ταῦτα εἴρηκε περὶ αὐτοῦ· «Ἀθηναῖοι τῷ Ἀπόλλωνι τὴν καλουμένην Εἰρεσιώνην ὅταν ποιῶσι, πλάττοντες λύραν τε καὶ
5κοτύλην καὶ κλῆμα καὶ ἄλλ’ ἄττα κυκλοτερῆ πέμματα,
ταῦτα καλοῦσι διακόνιον.»450

8

Etym. M.: Αἰολεῖς ... ὡς Μενεκλῆς διὰ τὸ ἐκ πολλῶν ἐθνῶν συνηθροῖσθαι, ἀπὸ τοῦ αἰολίζω.

9

Athenaeus IV: Οὐ γὰρ οἶδας ἱστοροῦντα Μενεκλέα τὸν Βαρκαῖον συγγραφέα, ἔτι τε Ἀνδρῶνα ἐν τοῖς Χρονικοῖς τὸν Ἀλεξανδρέα, ὅτι Ἀλεξανδρεῖς εἰσιν οἱ παιδεύσαντες πάντας τοὺς Ἕλληνας καὶ τοὺς βαρβά‐
5ρους, ἐκλειπούσης ἤδη τῆς ἐγκυκλίου παιδείας διὰ τὰς γενομένας συνεχεῖς κινήσεις ἐν τοῖς κατὰ τοὺς Ἀλεξάν‐ δρου διαδόχους χρόνοις. Ἐγένετο οὖν ἀνανέωσις πάλιν παιδείας ἁπάσης κατὰ τὸν ἕβδομον βασιλεύσαντα Αἰ‐ γύπτου βασιλέα Πτολεμαῖον τὸν κυρίως ὑπὸ τῶν Ἀλε‐
10ξανδρέων καλούμενον κακεργέτην, κτλ.451